Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.160 Dem. 24.163 (English) >>Dem. 24.166

24.162καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν μετὰ τούτου, γράψας τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας καὶ τοὺς ὑπηρέτας ἀκολουθεῖν μεθʼ αὑτοῦ. εἶτʼ ἔχων τούτους ἦγʼ ἐπὶ τὰς ὑμετέρας οἰκίας, καὶ σύ, Τιμόκρατες, συνηκολούθεις μόνος τῶν συναρχόντων δέκʼ ὄντων. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. χρῆν γάρ. ἀλλὰ πῶς; ὡς νόμος ἀγορεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. οὐ γὰρ τοσοῦτον, ἄνδρες Ἀθηναῖοι, πέντε ταλάντων ὑμῖν, ὧν οὗτοι τότʼ εἰσέπραξαν, τεθέντων ὠφέλησθε, ὅσον βέβλαφθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων. 24.163εἰ γὰρ θέλετʼ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτʼ ἐν δημοκρατίᾳ ζῆν ἐν ὀλιγαρχίᾳ, τοῦτʼ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερʼ ἐν δημοκρατίᾳ. ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθʼ ὀλιγαρχίας πολλῷ ἀσελγέστερα καὶ δεινότερʼ ἐποίουν οὗτοι, παραλείψω. ἀλλὰ παρʼ ἡμῖν πότε πώποτε δεινότατʼ ἐν τῇ πόλει γέγονεν; 24.164εὖ οἶδʼ ὅτι ἐπὶ τῶν τριάκοντα ἅπαντες ἂν εἴποιτε. τότε τοίνυν, ὡς ἔστιν ἀκούειν, οὐδεὶς ἔστιν ὅστις ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστις ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλʼ αὐτὸ τοῦτο κατηγοροῦσι τῶν τριάκοντα, ὅτι τοὺς ἐκ τῆς ἀγορᾶς ἀδίκως ἀπῆγον. οὗτοι τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσαντʼ ἐκείνων τῆς αὑτῶν πονηρίας ὥστʼ ἐν δημοκρατίᾳ πολιτευόμενοι τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστασαν, τοὺς ἕνδεκʼ ἄγοντες ἐπὶ τὰς οἰκίας.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.160 Dem. 24.163 (English) >>Dem. 24.166

Powered by PhiloLogic